"Γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς" (Κατά Ιωάννη 8,32).

Δευτέρα 3 Μαρτίου 2014

ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ ΚΑΘΑΡΑΣ ΔΕΥΤΕΡΑΣ

Τα βάσανα της κόλασης. Μωσαϊκό στο Torcello, Ιταλία.
Eκ του Όρθρου : 
Κάθισμα Ἦχος β'
Τῆς Νηστείας τῇ θείᾳ ἀπαρχῇ, κατάνυξιν κτησώμεθα ψυχῆς, ἐκβοῶντες· Δέσποτα Χριστέ, τὴν προσευχὴν ἡμῶν δέξαι, ἐκλεκτὸν ὥσπερ θυμίαμα, καὶ ῥῦσαι δεόμεθα δυσώδους φθορᾶς ἡμᾶς, καὶ κολάσεως φρικτῆς, ὁ μόνος ὑπάρχων εὐδιάλλακτος.

ᾨδὴ αἮχος β'
Ἴδε καιρόςἴδε ἡμέρα σωτήριοςἡ τῆς Νηστείας εἴσοδοςψυχὴ γρηγόρησονκαὶ παθῶν τὰς εἰσόδουςἀπόκλεισον Κυρίῳἐνατενίζουσα.

Δεῦτε λαοίσήμερον ὑποδεξώμεθατῶν Νηστειῶν τὸ χάρισμαὡς θεοδώρητονκαιρὸν τῆς μετανοίαςἐν ταύτῃ τὸν Σωτῆραἱλεωσόμεθα.

Ἔφθασε νῦνεἰσῆκται ὁ τῶν ἀγώνων καιρόςτὸ τῆς Νηστείας στάδιονπροθύμως ἅπαντεςἀπαρξώμεθα ταύτηςτὰς ἀρετὰς Κυρίῳὡς δῶρα φέροντες.

Φαιδρῶς εἰσδεξώμεθα, τῆς Νηστείας τὴν εἴσοδον πιστοί, καὶ μὴ σκυθρωπάσωμεν, ἀλλὰ νίψωμεν τὰ πρόσωπα ἡμῶν, ἀπαθείας τῷ ὕδατι, εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εἱρμὸς ἄλλος
Νῦν ἐπέστη ὁ καιρός, τῶν ἁγίων Νηστειῶν, ἐναρξώμεθα ταύτης, ἐν καλαῖς ἀναστροφαῖς· εἰς κρίσεις γὰρ καὶ μάχας, μὴ νηστεύετε φησίν.

Ἐν τῷ ὄρει τῷ Χωρήβτῇ νηστείᾳ καθαρθείςεἶδε Θεὸν Ἠλίαςκαθαρθῶμεν καὶ ἡμεῖςνηστείᾳ τὴν καρδίανκαὶ ὀψόμεθα Χριστόν.

Ἀπόστιχα
Ἐλήλυθεν ἡ Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης, ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων, καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Εκ του Εσπερινού :
Ἀπόστιχα
Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ εὐπρόσδεκτος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου