Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν
λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου,
ὕμνοις τιμήσωμεν.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι
παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα,
τοῦ κόσμου γενοῦ μεσίτρια.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων,
τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου,
τὴν Ὁδηγήτριαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου