«Τῇ ἁγίᾳ καὶ
μεγάλῃ
Πέμπτῃ,
οἱ τὰ
πάντα καλῶς
διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως
ἔκ τε τῶν
θείων Ἀποστόλων, καὶ
τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν
ἡμῖν
τέσσαρά
τινα ἑορτάζειν,
τὸν ἱερὸν Νιπτῆρα,
τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν
παράδοσιν τῶν καθ' ἡμᾶς
φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ
Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν».
Η Αγία μας Εκκλησία εορτάζει τα ακόλουθα γεγονότα : τον
ιερό νιπτήρα,
το μυστικό δείπνο, τη παράδοση δηλαδή του μυστηρίου της Θείας
Ευχαριστίας,
την αρχιερατική προσευχή του Κυρίου μας στη Γεσθημανή,
τη προδοσία του Ιούδα.
ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ ΗΜΕΡΑΣ
Τροπάριον
Ἦχος πλ. δ'
Ὅτε
οἱ ἔνδοξοι
Μαθηταί, ἐν
τῷ νιπτῆρι
τοῦ Δείπνου
ἐφωτίζοντο,
τότε Ἰούδας ὁ
δυσσεβής, φιλαργυρίαν νοσήσας
ἐσκοτίζετο,
καὶ ἀνόμοις κριταῖς,
σὲ τὸν
δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων
ἐραστά,
τὸν διὰ
ταῦτα ἀγχόνῃ
χρησάμενον, φεῦγε ἀκόρεστον
ψυχὴν τὴν
Διδασκάλῳ
τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας
ἀγαθός,
Κύριε δόξα
σοι.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Τὸν ἄρτον
λαβών, εἰς
χεῖρας ὁ
προδότης, κρυφίως αὐτάς, ἐκτείνει καὶ
λαμβάνει, τὴν τιμὴν τοῦ πλάσαντος,
ταῖς οἰκείαις χερσὶ
τὸν ἄνθρωπον,
καὶ ἀδιόρθωτος ἔμεινεν, Ἰούδας ὁ
δοῦλος καὶ
δόλιος.
Ὁ Οἶκος
Τῇ μυστικῇ
ἐν φόβῳ τραπέζῃ, προσεγγίσαντες
πάντες, καθαραῖς ταῖς ψυχαῖς, τὸν
ἄρτον ὑποδεξώμεθα, συμπαραμένοντες
τῷ Δεσπότῃ, ἵνα
ἴδωμεν τοὺς
πόδας πῶς
ἀπονίπτει
τῶν Μαθητῶν,
καὶ ἐκμάσσει τῷ
λεντίῳ, καὶ ποιήσωμεν ὥσπερ κατίδωμεν, ἀλλήλοις ὑποταγέντες, καὶ
ἀλλήλων
τοὺς πόδας
ἐκπλύνοντες·
αὐτὸς
γὰρ ὁ
Χριστὸς οὕτως
ἐκέλευσε,
τοῖς αὐτοῦ Μαθηταῖς
ὡς προέφησεν,
ἀλλ' οὐκ
ἤκουσεν, Ἰούδας ὁ
δοῦλος καὶ
δόλιος.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα Ἦχος πλ. δ'
Σήμερον τὸ
κατὰ τοῦ
Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, καὶ
κατ' αὐτοῦ
κενὰ ἐβουλεύσατο, παραδοῦναι
Πιλάτῳ
εἰς θάνατον
τὸν ἀνεύθυνον. Σήμερον
τὴν τῶν
χρημάτων ἀγχόνην, Ἰούδας ἑαυτῷ περιτίθησι,
καὶ στερεῖται
κατ' ἄμφω, ζωῆς προσκαίρου καὶ θείας.
Σήμερον Καϊάφας, ἄκων προφητεύει. Συμφέρει
λέγων, ὑπὲρ τοῦ
λαοῦ ἕνα
ἀπολέσθαι·
ἦλθε γὰρ
ὑπὲρ
τῶν ἁμαρτιῶν ἡμῶν τοῦ
παθεῖν, ἵνα
ἡμᾶς
ἐλευθερώσῃ, ἐκ
τῆς δουλείας
τοῦ ἐχθροῦ, ὡς
ἀγαθὸς
καὶ φιλάνθρωπος.
Σημ. : Οι φωτογραφίες από την Αγία Γη (προ δεκαετίας περίπου).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου