"Γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς" (Κατά Ιωάννη 8,32).

Δευτέρα 30 Μαΐου 2016

ΔIΗΓΗΣIΣ ΠΕΡΙ ΤΙΝΟΣ ΑΝΑΞΙΟΥ ΙΕΡΕΩΣ ΠΑΝΥ ΩΦΕΛΙΜΟΣ ΚΑΙ ΘΑΥΜΑΣΙΟΣ


Ἐν τοῖς χρόνοις οἷς περ ἐμαρτύρησεν ὁ ἅγιος μεγαλομάρτυς Μερκούριος ἦν τις ἱερεὺς ἐν τῇ αὐτῇ χώρᾳ μέθυσος πάνυ· ἀεὶ ἐν τοῖς καπηλείοις μετὰ τῶν οἰνοποτῶν διέτριβεν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἄρχων τις τῆς αὐτῆς χώρας ἔστειλε τὴν ἑαυτοῦ δούλην πρὸς τὸν οἶκον τοῦ ἱερέως καὶ ηὗρε τὴν ἑαυτοῦ πρεσβυτέραν καὶ λέγει αὐτῇ· ποῦ ἐστιν ὁ ἱερεύς; Ἡ δὲ λέγει· οὐκ οἶδας ὅτι ἐν τοῖς καπηλείοις ἐστίν; Ἡ δὲ δούλη τοῦ ἄρχοντος εἶπεν· ὁ αὐθέντης μου μὲ ἔστειλεν, ὅτι αὔριον ἔχει λειτουργίαν εἰς μνημόσυνον τῶν γονέων αὐτοῦ. Ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ πρεσβυτέρα ἔχουσα καὶ αὐτῇ δούλην εἶπε πρὸς αὐτήν· ἑγὼ μὲν ἀπέρχομαι εἰς τὸν οἶκον τῆς μητρός μου ὅπως κοιμηθῶ ἐκεῖ, καὶ ὅταν ἔλθῃ ὁ αὐθέντης σου ὁ ἱερεύς, ἀνάπαυσον αὐτὸν ἐν τῇ κλίνῃ καλῶς, διότι μέλλει αὔριον λειτουργήσει.

Ὡς δ᾿ ἑσπέρα ἐγένετο, ἦλθεν ὁ ἱερεὺς μεθυσμένος πολὺ καὶ ἀνέπεσεν εἰς τὴν κλίνην αὐτοῦ. Ἡ δὲ δούλη αὐτοῦ ἐπειδὴ εἰσῆλθεν ὁ διάβολος ἔσω αὐτῆς ἔπεσε πλησίον τοῦ ἱερέως. Ἔξυπνος δὲ γενόμενος ὁ ἱερεύς, συνεγένετο μετ᾿ αὐτῆς νομίσας ὅτι ἡ πρεσβυτέρα αὐτοῦ ἐστι.

Πρωΐας δὲ γενομένης, ἐλθοῦσα ἡ πρεσβυτέρα ηὗρεν αὐτὸν ὑπνοῦντα ἐν τῇ κλίνῃ καὶ λέγει αὐτῷ· Ἀνάστα ψάλλε τὴν ἀκολουθίαν σου, διότι ὁ δεῖνα ἄρχων ἔχει λειτουργίαν τῶν γονέων αὐτοῦ. Ὁ δὲ ἱερεὺς στρέψας εἰς τὸ ἕτερον μέρος ἀφύπνωσε. Καὶ πάλιν ἐλθοῦσα ἡ πρεσβυτέρα λέγει· οὐκ εἶπά σοι, ἀνάστα, διότι μέλλεις σήμερον λειτουργῆσαι; Ὁ δὲ ἱερεὺς μειδιάσας λέγει αὐτῇ· Τί λέγεις ταλαίπωρε; οὐκ οἶδας τί ἐποιήσαμεν τῇ νυκτὶ ταύτῃ· ἀλλὰ λέγεις λειτουργῆσαι ἔχω; Ἡ δὲ πρεσβυτέρα εἶπε· τί ἐποιήσαμεν; ἐγὼ γὰρ ἐν τῷ οἴκῳ τοῦ πατρός μου ἐκοιμήθην. Τότε ὁ ἱερεὺς λέγει· ἐγὼ τῇ νυκτὶ ταύτῃ ἔπεσον μετὰ γυναικός, καὶ τίς ἦν ὁ θηρεύσας ἡμᾶς; Τότε ἠρώτησαν τὴν δούλην. Ἡ δὲ εἶπεν· ὁ Σατανᾶς ἐπείραξέ με καὶ ἔπεσα πλησίον αὐτοῦ, καὶ αὐτὸς ἔπεσε μετ᾿ ἑμοῦ.

Τότε ἔκλαυσαν καὶ ἐλυπήθησαν οὐκ ὀλίγον· εἶτα λέγει ὁ ἱερεύς· Σιωπήσατε μήπως καὶ εἰς τὰς ἀκοὰς τῶν κρατούντων εἰσέλθῃ, καὶ οὐ μετρίως κολάσουσιν ἡμᾶς· ὁ γὰρ Θεὸς εὔσπλαγχνός ἐστι καὶ πολυέλεος, καὶ δι᾿ ἐξομολογήσεως ἐξιλεώσας ἔχω αὐτόν. Ὅμως ἔψαλλεν ὀλίγην ἀκολουθίαν αὐτοῦ, καὶ ἐντραπεὶς τὸν ἄρχοντα ἐπορεύθη λειτουργῆσαι.

Μετὰ δὲ τὴν προσκομιδήν, ὅταν εἶπε τὴν εὐχήν, «ὁ Θεὸς ὁ Θεὸς ἡμῶν ὁ τὸν οὐράνιον ἄρτον κ.λ.π.» ἦλθεν ὁ ἄγγελος ἵνα τελειώσῃ τὰ ἅγια δῶρα, καὶ ἰδὼν τὸν ἱερέα, λέγει πρὸς αὐτόν· ὦ ἀφωρισμένε τοῦ Θεοῦ, πῶς ἐτόλμησες εἰσελθεῖν λειτουργῆσαι τὰ θεῖα μυστήρια; οὐκ οἶδας ὅτι βέβηλος καὶ ἀκάθαρτος εἶ διὰ τὴν ἁμαρτίαν, ἣν ἔπραξας ἐν τῇ νυκτὶ ταύτῃ; ἡμεῖς ἀσώματοι καὶ ἄϋλοι ὄντες, εὐλαβούμεθα ἰδεῖν τὸ ἅγιον πρόσωπον τῆς μακαρίας Θεότητος, ἀλλὰ ταῖς πτέρυξιν ἡμῶν περικαλύπτοντες τὰ πρόσωπα, παριστάμεθα μετὰ φόβου καὶ φοβεροῦ τρόμου, καὶ σὺ καταφρονῶν ἐτόλμησας ἐπιχειρῆσαι τὰ ἅγια τῶν ἁγίων καὶ ἐπὶ στόματος φαγεῖν μέλλεις; Ὁ δὲ ἱερεὺς ἀντεῖπεν εἰς τὸν ἄγγελον· Ἐπειδὴ οὕτω μὲ ἀφώρισας, ἔσο καὶ σὺ ἀφωρισμένος. Καὶ ὢ τοῦ θαύματος! εὐθὺς ἀπεπτερώθη ὁ ἄγγελος καὶ ἔμεινεν ὡς ἄνθρωπος ἐν τῇ ἐκκλησίᾳ· ὁ δὲ ἱερεὺς οὐκ εἰδὼς τοῦτο, ἀλλὰ μετὰ τὴν θείαν λειτουργίαν ἦλθεν εἰς τὸν οἶκον τοῦ ἄρχοντος, καὶ ἀριστήσας τῇ ἡμέρᾳ ἐκείνῃ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Μετὰ δὲ ἡμέρας τινὰς ἀπέθανεν ἄνθρωπός τις ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ἐκάλεσαν τοὺς ἱερεῖς ἐπὶ τὸ ψάλλειν τὸ λείψανον, διότι ἦσαν καὶ ἄλλοι ἱερεῖς εἰς ἐκείνην τὴν χώραν διότι ἦν ἡ μεγίστη. Ἐκάλεσαν καὶ αὐτὸν τὸν ἱερέα· καὶ εἰπόντων τῶν ἱερέων τὴν εὐχήν, ἦλθε καὶ οὗτος ὁ ἱερεὺς ἵνα εἴπῃ τὴν εὐχήν. Καὶ ὢ τοῦ θαύματος! ὅταν εἶπε, «ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις», εὐθὺς ὁ νεκρὸς ἀνεκάθισε, καὶ εἶπε πρὸς τὸν ἱερέα· ὅτι ἂν καὶ νεκροὺς ἀναστήσῃς, ἀλλ᾿ οὐκ εἶ ἄξιος τοῦ φορέσαι ἐπιτραχήλιον, ἢ λειτουργῆσαι ἢ ποιῆσαι ἱερατικόν τι. Καὶ ταῦτα εἰπὼν ὁ νεκρὸς πάλιν κατέπεσεν· οἱ δὲ λαοὶ καὶ οἱ λοιποὶ ἱερεῖς ἰδόντες τὸ παράδοξον τοῦτο θαῦμα ἐξέστησαν ἅπαντες. Εἶτα λέγουσι πρὸς τὸν ἱερέα· τί ἐστι τοῦτο τὸ ἐξαίσιον καὶ μέγα θαῦμα; Τότε ὁ ἱερεὺς ἐξωμολογήσατο ἐνώπιον πάντων τὸ ἑαυτοῦ ἁμάρτημα. Τότε λέγουσιν οἱ λοιποὶ ἱερεῖς· ἀπὸ τοῦ νῦν οὐ συμφοροῦμέν σοι, καὶ ὡς θέλεις μόνος ποίησον.

Καὶ ἀπῆλθε λυπούμενος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγγειλε τὰ γενόμενα. Τότε λέγει πρὸς τὴν πρεσβυτέραν αὐτοῦ· τὶ ποιήσω ἄρτι; ἑτέραν ἐπιστήμην οὐ γινώσκω, πῶς ἔχω θρέψαι ὑμᾶς; ἀλλ᾿ οὖν ἀπέλθωμεν ἐν ἑτέρῳ τόπῳ, ἔνθα οὐδεὶς γιγνώσκει ἡμᾶς, καὶ ἐκεῖσε διαβιώσωμεν τὸ ἐπίλοιπον τῆς ζωῆς ἡμῶν. Ἀναστάντες δὲ ἀπῆλθον ἐν ἑτέρᾳ πόλει, ὅπου οὐδεὶς ἐγίγνωσκεν αὐτούς, καὶ ἐλειτούργει ἐκεῖσε. Καὶ ὢ τοῦ θαύματος! καθὼς ἦν ὅτε ἀφώρισε τοῦτον ὁ ἄγγελος οὕτως ἦν, πλὴν τὸ πρόσωπον αὐτοῦ ἐγένετο μέλαν. Ἀποθανούσης δὲ τῆς πρεσβυτέρας καὶ τῶν τέκνων αὐτοῦ, μόνος ἔζη ἐν τριακοσίοις καὶ ἑβδομήκοντα χρόνοις.

Ὅμως ὑπῆρχεν ἐν ἐκείνῳ τῷ καιρῷ ἐπίσκοπος ἀξιόλογος καὶ δίκαιος πάνυ. Ἦλθεν ἡ ἑορτὴ τοῦ ἁγίου Μερκουρίου καί τις ἄρχων τῆς πόλεως ἐκείνης ἑόρταζε τὴν τούτου ἑορτὴν καὶ προσεκάλεσεν ὁ ἄρχων τὸν ἀρχιερέα, εὑρέθη δὲ καὶ ὁ ἱερεὺς ἐκεῖ· εἰς δὲ τὴν τράπεζαν ἤρχισεν ὁ ἀρχιερεὺς καὶ ἐδιηγεῖτο τὸ συναξάριον τοῦ ἁγίου καὶ πλατύτερον ἔλεγε τοῖς εὑρισκομένοις ἐν τῇ τραπέζῃ, ὁπότε ὑπολαβὼν ὁ ἱερεὺς ἔφη· Σὺ μὲν δέσποτά μου ἅγιε, ἐκ τοῦ ἁγίου συναξαρίου ἐπίστασαι τοὺς τοῦ ἁγίου ἄθλους, ἐγὼ δὲ ἀκριβῶς ἐπίσταμαι αὐτοὺς καὶ διότι ἤμην ἐκεῖσε παρὼν καὶ ἔβλεπον καλῶς τὸν Μάρτυρα ἀγωνιζόμενον καὶ ἀθλοῦντα καὶ ὡς ὅτι γείτων μου ἦν, καὶ πολλάκις συνεστιάθην αὐτῷ πρότερον. Ὁ δὲ ἀρχιερεὺς ἀτενίσας πρὸς τὸν ἱερέα ἔφη· Σὺ οὔπω τεσσαρακοντούτης ὢν πῶς τὸν ἅγιον οἶδας; Ἀφ᾿ ὅτου ἐμαρτύρησεν ὁ ἅγιος Μερκούριος μέχρι τοῦ νῦν ὑπολογίζονται ἔτη 370, καὶ σὺ οὔπω ἦς γεγεννημένος καὶ ταῦτα οἶδας; Τοῦ δὲ μεθ᾿ ὅρκου εἰπόντος ὅτι ἀληθῶς λέγει καὶ οὐ ψεύδεται, ὁ ἀρχιερεὺς ἔγνω ὅτι ἦν τι πρὸς αὐτόν· καὶ λαβὼν αὐτὸν κατ᾿ ἰδίαν λέγει αὐτῷ· Εἰπέ μοι πάντα τὰ κατὰ σὲ ἐν ἐξομολογήσει καθαρᾷ.

Τότε ὁ ἱερεὺς ἐξεῖπε πάντα ὅσα ἐποίησε, καὶ πῶς ἐξέπεσε μετὰ τῆς δούλης αὐτοῦ, καὶ πῶς μετὰ ἀγγέλου ἀφορισθέντες, ἀσυνδιαλλάγητοι ἔμειναν. Τότε ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, γίνωσκε ὅτι ὑπὸ τοῦ ἀγγέλου εἶ δεδεμένος, καὶ μέχρι τοῦ νῦν ζῇς καὶ οὐ θνῄσκεις εἰς ἀπεράντους αἰῶνας, ἀλλ᾿ ἄπελθε εἰς τὴν Ἐκκλησίαν ἐκείνην ἔνθα τὸν δεσμὸν ἐποιήσατε· διότι ἔτι καὶ νῦν ὁ ἄγγελος ἐκεῖ ἐστιν, ἐπειδὴ ὁ εἷς τὸν ἕτερον ἔδησεν. Ὁ δὲ ἱερεὺς ἀπεκρίθη· οὐ δύναμαι, ἅγιε τοῦ Θεοῦ δέσποτά μου, τοῦτο ποιῆσαι, διότι τὸ διάστημα τῆς ὁδοῦ ἀπέχει πολύ, καὶ ἔξοδον οὐκ ἔχω, ἀλλ᾿ οὐδὲ ἵππός μοι ἐστι πρὸς ἱππασίαν. Τότε λέγει ὁ Ἀρχιερεὺς πρὸς αὐτόν· ἐὰν μὴ πορευθῇς ἐκεῖσε, οὔτε σὺ τελευτᾷς, οὔτε ὁ ἄγγελος πτεροῦται ὅπως ἀνέλθῃ εἰς οὐρανούς. Ὁ δὲ ἀρχιερεὺς πάλιν οἰκτείρας αὐτὸν ἀποκρίνεται· ἐπειδὴ λέγεις ὅτι οὐκ ἰσχύεις, ποιήσω ἔλεος πρὸς σέ, καὶ πορευθῶμεν ὁμοῦ καὶ δώσω σοι ἵππον καὶ τὸ ἔξοδον ἐγὼ ποιήσω.

Καὶ εὐθὺς εἴχοντο τῆς ὁδοῦ, καὶ ἀπῆλθον ἕως τῆς χώρας τοῦ ἱερέως· ἡ δὲ ἦν ἠρημωμένη καὶ οὐδένα ηὗραν, οὔτε οἰκίαν οὔτε ἄλλο τι. Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν· αὕτη σου ἐστὶν ἡ χώρα; Καὶ ὁ ἱερεύς· αὕτη ἐστίν, ἀλλ᾿ ἠρημώθη, δέσποτά μου ἅγιε. Καὶ ὁ ἀρχιερεύς· οὐ γινώσκεις ποῦ ἦν ἡ Ἐκκλησία; Καὶ ἀτενίσας ὁ ἱερεὺς εἶδε δένδρα ὡς ἀπὸ διαστήματος τῆς ποτε χώρας αὐτοῦ καὶ εἶπεν· ὡς εἰκάζω, ἐκεῖ ὀποῦ φαίνονται τὰ δένδρα ἐστὶν ἡ Ἐκκλησία.

Καὶ πορευθέντες ἐκεῖ, ηὗραν τὸν ναὸν κεχαλασμένον, πλὴν ὀλίγον μέρος ἐκ τοῦ ἁγίου βήματος ἵστατο, καὶ ἀφ᾿ οὖ ἐκεῖσε ἐπέζευσαν ἐκ τῶν ἵππων, λέγει ὁ ἀρχιερεύς· ἄπελθε εἰς τὸ βῆμα. Καὶ εἰσελθὼν ὁ ἱερεὺς ηὗρε τὸν ἄγγελον ἱστάμενον ἐκεῖσε. Καὶ λέγει ὁ ἄγγελος· ἔτι ζῇς πτωχὲ ἱερεῦ; Ὁ δὲ ἱερεὺς λέγει· ναὶ ἔτι ζῶ, ἀλλὰ καὶ σὺ ἔτι αὐτοῦ ἵστασαι; Καὶ λέγει ὁ ἄγγελος· καλῶς ἦλθες, ἵνα συγχωρηθῶμεν συναλλήλως. Λέγει ὁ ἱερεύς· εὐλόγησον ἅγιε ἄγγελε τοῦ Θεοῦ, συγχώρησόν μοι. Ὁ δὲ ἄγγελος εἶπε· συγχώρησον ἐμοὶ σὺ πρῶτον, καὶ τότε κἀγώ σοι, διότι ἐὰν συγχωρήσω σοι πρῶτον, ἔχεις ἀναλύσαι αὐτῇ τῇ ὥρᾳ, καὶ ἑγὼ μένω εἰς τὸν δεσμόν. Τότε λέγει ὁ ἱερεύς· ἐὰν καὶ ἑγὼ συγχωρήσω σοι, ἔχεις πτερωθῆναι καὶ ἀνελθεῖν εἰς τοὺς οὐρανούς, καὶ ἑγὼ μένω εἰς τὸν δεσμόν. Τότε λέγει ὁ ἄγγελος· ὀμνύω εἰς τὸν θρόνον τοῦ Θεοῦ τὸν ἀσάλευτον, ὅτι οὐ μὴ ἀφήσω σε ἐν τῷ δεσμῷ. Ὁ δὲ ἀρχιερεὺς ταῦτα διήκουεν ἔξωθι.

Ὅθεν λέγει ὁ ἱερεὺς πρὸς τὸν ἄγγελον· ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἂς εἶσαι συγχωρημένος παρ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Καὶ εὐθύς, ὢ τοῦ θαύματος! ἐπτερώθη ὁ ἄγγελος καὶ ἔπτη εἰς τὸ ὕψος, καὶ εἶπε πρὸς τὸν ἱερέα· ἂς εἶσαι συγχωρημένος καὶ σὺ ὦ πρεσβύτερε· καὶ πρὶν τετελειῶσθαι τοῦ ἀγγέλου τὴν φωνήν, εὑρέθησαν τὰ ὀστέα τοῦ ἱερέως σωρηδὸν ἐν τῷ τόπῳ οὗ εἰστήκει.

Ὅθεν ὁ ἀρχιερεὺς εἶπε πρὸς τὸν ἄγγελον· ὦ ἅγιε ἄγγελε, δέομαί σου, πλήρωσόν μοι μίαν αἴτησιν καὶ ψάλλε τινὰ ἀγγελικὸν ὕμνον ἵνα ἀκούσω κἀγώ. Ὁ δὲ ἄγγελος εἶπε· τοῦτο οὐκ ἔστι δυνατόν· ἐν ᾗ ἂν ὥρᾳ ἀκούσῃς τῆς ἀγγελικῆς φωνῆς, ἀναλῦσαι ἔχεις τῶν τῇδε· οὐκ ἔξεστι γὰρ σάρκα θνητὴν ἀκοῦσαι ἀγγέλου φωνὴν καὶ ζῆσαι πλὴν διὰ τὴν ἥν περ ἐποίησας καὶ εἰς ἑμὲ καὶ εἰς τὸν ἱερέα μεγάλην ἀγαθωσύνην, μένε ὀλίγον ἵνα ἀνέλθω ἕως τρίτον τοῦ οὐρανοῦ, καὶ ψάλλω ἐκεῖσε καὶ ἀκούσας μόλις δυνήσει βαστᾶσαι. Ὅθεν ἀνελθὼν ἕως τρίτον οὐρανοῦ, ἔψαλλε τὸ Ἀλληλούϊα· ἐκ δὲ τῆς γλυκείας μελῳδίας ἔπεσεν ὁ ἀρχιερεὺς ἐπὶ τῆς γῆς ὡσεὶ νεκρός, ἕως τρεῖς ὥρας καὶ μόλις καὶ χαλεπῶς συνελθὼν εἰς ἑαυτὸν ἀνέστη.

Εἶτα τῷ Θεῷ εὐχαριστήσας ὑπέστρεψεν εἰς τὴν ἐπαρχίαν αὐτοῦ, καὶ ἔγραψε τὴν διήγησιν ταύτην τοῦ ἱερέως εἰς πολλῶν ὠφέλειαν, ἵνα ἀκούοντες καὶ ἡμεῖς οἱ ῥᾴθυμοι διορθώμεθα, καὶ προσεκτικοὶ καὶ σπουδαῖοι γινώμεθα, καθαροί τε λογισμῶν αἰσχρῶν καὶ ἐπιθυμιῶν ἀπρεπῶν. Ὅτε τὴν ἱερωσύνην ἐπιτελοῦμεν ὀφείλομεν εἶναι ἀμέτοχοι λαγνείας· καὶ ἀσελγείας, διότι ὁ ἔχων ἐπιθυμίαν εἰς πορνείαν καὶ εἰς σαρκικὰ καὶ εἰς ἄλλα πάθη, πολυφαγίαν τε καὶ πολυποσίαν, μέθην καὶ φιλαργυρίαν, μνησικακίαν, κενοδοξίαν, ὑπερηφάνειαν, ἀνάξιος καθίσταται τῆς ἱερωσύνης καὶ καταφρονητὴς καὶ ὑβριστὴς τῶν Ἀχράντων Μυστηρίων· διὰ τοῦτο προοφείλομεν ἀμίαντοι ὑπάρχειν, ὅτε μέλλομεν παρίστασθαι τῇ ἁγίᾳ Τραπέζῃ καὶ ὅτε τὴν φρικτὴν ἱερουργίαν ἐπιτελοῦμεν. Πολλοί τινες καταφρονητικῶς ταύτην ἐπιτελοῦσι, καὶ οὔτε ἐξομολόγησιν ποιοῦσιν, οὔτε τὴν συνήθη ἀκολουθίαν ψάλλουσιν, ὡς μὴ μέλλοντες δῆθεν ἀποθανεῖν, οἱ κατ᾿ ἐμὲ τάλανες, ἀμνημονοῦντες τὴν φοβερὰν τοῦ Κυρίου ῥητὴν ἐντολήν· ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου καὶ μὴ ποιήσας, πολλὰ δαρήσεται· ἤγουν ὅποιος ἠξεύρει τὸ θέλημά μου καὶ δὲν τὸ κάμνει, ἐκεῖνος μεγάλως θὰ κολασθῇ.

Τὸ λοιπὸν ἀδελφοί μου, ἰδοὺ ἐμάθαμεν, ὅτι δὲν εἶναι ἄλλο τι εἰς τὴν γῆν μεγαλύτερον τῆς ἱερωσύνης, οὔτε βασιλεία, οὐδὲ ἄλλο τίποτε, καὶ ὅποιος εἶναι ἀνάξιος τῆς θείας μυσταγωγίας καὶ δὲν παύσῃ, ἐκεῖνον ἐὰν τὸν εὕρῃ ὁ θάνατος ἀμετανόητον, κολάζεται μετὰ τοῦ Ἰούδα τοῦ Ἰσκαριώτου εἰς ἐκείνην τὴν κόλασιν, ὁποῦ ἄλλη χειροτέρα δὲν εἶναι. Τοίνυν καὶ ἡμεῖς οἱ ἀναγινώσκοντες καὶ ἀκούοντες ταῦτα, ἐκβιασώμεθα ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας, καὶ ποιήσωμεν τὸ θέλημα τοῦ φιλανθρώπου Θεοῦ, ὅπως ἀξιωθῶμεν τῆς ἐκ δεξιῶν αὐτοῦ παραστάσεως εἰς τὴν δευτέραν αὐτοῦ Παρουσίαν, καὶ κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γενώμεθα μετὰ τῶν δικαίων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΗΓΗ : Ιερά Μονή Διονυσίου Αγίου Όρους, Κώδιξ 228 (17ος αιών). 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου